" ...μητρός τε καί πατρός καί τῶν ἄλλων προγόνων ἁπάντων τιμιώτερόν ἐστιν πατρίς καί σεμνότερον καί ἁγιώτερον καί ἐν μείζονι μοίρᾳ καί παρά θεοῖς καί παρ᾽ ἀνθρώποις τοῖς νοῦν ἔχουσι..." Σωκράτης

Πέμπτη 28 Μαΐου 2015

Κωνσταντῖνος ΙΑ´ Παλαιολόγος - Ἡ τελευταία ὁμιλία πρὸς τὸν λαόν

(ὀλίγον πρὸ τῆς Ἁλώσεως)

Ἀπὸ τὸ Χρονικὸν τοῦ Μεγάλου Λογοθέτου Γεωργίου Σφραντζῆ ἢ Φραντζῆ
Ἐκδοθὲν ἐν Κερκύρᾳ ἔτει 1477

Ἐμεῖς μέν, εὐγενέστατοι Ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι στρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλὸς οἴδατε ὅτι ἔφθασεν ἡ Ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ ἡμᾶς καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῶν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἰὸν ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς.

Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τὸν Ἐχθρῶν τῆς πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων. Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσερά τινα ὀφείλεται κοινῶέ ἐσμεν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὅπερ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὅπερ πατρίδος, τρίτον ὅπερ τοῦ βασιλέως ὡς Χριστοῦ Κυρίου, καὶ τέταρτον ὅπερ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσταί ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου πολλὰ μᾶλλον ὅπερ πάντων ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι.

Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ Θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὅπερ τῆς πίστεως ἡμῶν τῆς Ἁγίας, ἣν Χριστὸς ἐν τῷ οἰκείῳ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν, ὅ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδίσῃ τις καὶ τῶν ψυχῶν ζημιωθῇ, τί τὸ ὄφελος; Δεύτερον πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Τρίτον βασιλείαν τήν ποτε μὲν περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν, καὶ ὑπὸ τοῦ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα. Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον ἀφ᾿ οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισεν καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ᾿ ἡμέραν τε καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἡμᾶς καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ Κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνῃς ἄχρι τοῦ νῦν πολλάκις κακῶς ἀπεπέμφθη. Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τοῖχος μακρόθεν ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἐλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιορθώσαμεν πάλιν αὐτό. Ἡμεῖς πᾶσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ Θεοῦ ἀνεθέμεθα, οὗτοι ἐν ἅρμασι καὶ οὖτοι ἐν ἵπποις καὶ δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ῥωμαλεότητι, ἣν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις. Γνωρίζω δὲ ὅτι αὕτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν, καθὼς ἡ αὐτῶν συνήθεια, ἐλεύσονται καθ᾿ ἡμῶν μετὰ βαναύσου καὶ ἐπηρμένης ὀφρῦος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχωρήσωσι, καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναριθμήτων, ἵνα ἡμᾶς φοβήσωσι. Τὰς τοιαύτας αὐτῶν φλυαρίας καλῶς οἴδατε, καὶ οὐ χρῇ λέγειν περὶ τούτων. Καὶ ὥρα ὀλίγοι τοιαῦτα ποιήσωσι, καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἐλεβολίσκους, ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι, δι᾿ ὧν, ἐλπίζω γάρ, οὐ βλάψωσι, διότι ὑμᾶς θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τὸν λογισμὸν τρέφομαι, ὅτι εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι ῥωμαλέοι τε καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ καλῶς προπαρασκευασμένοι ὑπάρχετε. Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συρρήξει. Ἡ δεξιὰ ὑμῶν ἡ τὴν ῥομφαῖαν ἔχουσα μακρὰν ἔστω πάντοτε. Αἱ περικεφαλαίαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις, καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάνυ ὠφέλιμα, ἃ οἱ ἐνάντιοι οὐ χρῶνται, ἀλλ᾿ οὔτε κέκτηνται.

Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται. Διό, ὦ συστρατιῶται γίγνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Μιμηθῆτε τούς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πὼς τοσοῦτον πλῆθος ἵππων Ῥωμαίων τῇ φωνῇ καὶ θέᾳ ἐδίωξαν, καὶ ἐὰν ζῷον ἄλογον ἐδίωξε πόσον μᾶλλον ἡμεῖς ἡ τῶν ζῴων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ᾿ ἡμῶν ἐρχόμενοι ἵνα παράταξιν μεθ᾿ ἡμῶν ποιήσωσιν ὡς ζῷα ἄλογα καὶ χείρονές εἰσιν. Οἱ πέλται ὑμῶν καὶ ῥομφαῖοι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ᾿ ἡμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζῴων ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθεντῶν αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων. Οἴδατε καλῶς ὅτι ὁ δυσσεβὴς αὐτὸς ὁ ἀμηρὰς καὶ ἐχθρὸς τῆς ἁγίας ἡμῶν πίστεως χωρὶς εὔλογον αἰτίας τινος τὴν ἀγάπην ἣν εἴχομεν ἔλυσεν, καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ᾿ οὐδενὸς λογιζόμενος καὶ ἐλθὼν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ στενὸν τοῦ Ἀσωμάτου, ἵνα καθ᾿ ἑκάστην ἡμέραν δύνηται βλάπτειν ἡμᾶς. Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους πυριαλώτους ἐποίησε, τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανοὺς ὅσους εὗρεν, ἐθανάτωσε καὶ ἠχμαλώτευσε, τὴν φιλίαν ἡμῶν ἔλυσεν. Τοὺς δὲ τοῦ Γαλατᾶ, ἐφιλίωσε, καὶ αὐτοὶ χαίρονται, μὴ εἰδότες καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἐψήνοντος τοὺς κοχλίας καὶ εἰπόντος. Ὦ ἀνόητα ζῷα, καὶ τὰ ἑξῆς.

Ἐλθὼν οὖν ἀδελφοί, ἡμᾶς ἀπέκλεισε, καὶ καθ᾿ ἑκάστην τὸ ἀχανὲς αὐτοῦ στόμα χάσκων, πῶς εὕρῃ καιρὸν ἐπιτήδειον ἵνα καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἣν ἀνήγειρεν ὁ τρισμακάριστος ἐκεῖνος καὶ τῇ πανάγνῳ δεσποίνῃ ἡμῶν Θεοτόκῳ καὶ ἀειπαρθένῳ Μαρίᾳ ἀφιέρωσεν καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρα πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν Ἑλλήνων τὸ καύχημα πᾶσι τοῖς οὖσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν. Καὶ οὖτος ὁ ἀσεβέστατος τήν ποτε περιφανῆ καὶ ὀμφακλίζουσαν ὡς ῥόδον τοῦ ἀγροῦ βούλεται ποιήσαι ὑπ᾿ αὐτόν. Ἣ ἐδούλωσε σχεδόν, δύναμαι εἰπεῖν, πᾶσαν τὴν ὑφ᾿ ἥλιον καὶ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτῆς Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παμφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γαλατίαν καὶ Μηδίαν, Κολχοὺς καὶ Ἴβηρας, Βοσποριανοὺς καὶ Ἀλβάνους, Συρίαν καὶ Κιλικίαν καὶ Μεσσοποταμίαν, Φοινίκην, Βακτριανοὺς καὶ Σκύθας, Μακεδονίαν καὶ Θετταλίαν, Ἑλλάδα, Βοιωτία, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν, Ἀχαΐαν καὶ Πελοπόννησον, Ἤπειρον καὶ τὸ Ἰλλυρικὸν Λύχνιτας κατὰ τὸ Ἀδριατικόν, Ἰταλίαν, Τουσκίνους, Κέλτους καὶ Κελτογαλάτας, Ἰβηρίαν τε καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυριτανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας, Σκούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον, αὐτὸς τὰ νῦν βούλεται δουλώσαι καὶ τὴν κυριεύουσαν τῶν πόλεων, ζυγῷ ὑποβαλεῖν καὶ δουλείᾳ καὶ τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα ἐπροσκυνεῖτο ἡ Ἁγία Τριὰς καὶ ἐδοξολογεῖτο τὸ πανάγιον, καὶ ὅπου οἱ ἄγγελοι ἠκούοντο ὑμνεῖν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὐτοῦ βλασφημίας καὶ τοῦ φληναφοῦ ψευδοπροφήτου Μωάμεθ, καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων. Λοιπὸν ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμηθῆτε ἵνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου