" ...μητρός τε καί πατρός καί τῶν ἄλλων προγόνων ἁπάντων τιμιώτερόν ἐστιν πατρίς καί σεμνότερον καί ἁγιώτερον καί ἐν μείζονι μοίρᾳ καί παρά θεοῖς καί παρ᾽ ἀνθρώποις τοῖς νοῦν ἔχουσι..." Σωκράτης

Πέμπτη 25 Απριλίου 2019

«... Ἆρον ἆρον, σταύρωσον αὐτόν ....τό αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καί ἐπί τά τέκνα ἡμῶν»


οἱ δέ ἐκραύγασαν· ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τόν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μή Καίσαρα.



Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν ἀπολέσωσιν. ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω ᾿Ιησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· σταυρωθήτω. ὁ δὲ ἡγεμὼν ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω. ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.


(Κατά Ματθαῖον Εὐαγγἐλιον,Κεφ.27,στιχ.20-26) 


3 σχόλια:

  1. ΣΑΣ ΕΥΧΟΜΑΙ ΝΑ ΕΧΕΤΕ ΤΗ ΒΟΗΘΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΟΛΟΙ ΕΣΕΙΣ ΠΟΥ ΜΕ ΑΥΤΟΘΥΣΙΑ ΜΑΣ ΕΝΗΜΕΡΩΝΕΤΕ .... ΤΟ ΕΡΓΟ ΠΟΥ ΚΑΝΕΤΕ ΜΕΓΑΛΟ ΚΑΙ ΔΕΝ ΕΙΝΑΙ ΟΥΤΕ ΚΟΛΑΚΙΑ ΟΥΤΕ ΥΠΕΡΒΟΛΗ ΓΙΑ ΤΟΥΣ ΑΣΧΗΜΟΥΣ ΚΑΙΡΟΥΣ ΠΟΥ ΖΟΥΜΕ ... ΕΥΧΟΜΑΙ ΣΕ ΣΑΣ ΚΑΙ ΣΤΙΣ ΟΙΚΟΓΕΝΕΙΕΣ ΣΑΣ ΧΡΟΝΙΑ ΠΟΛΛΑ ΚΑΛΗ ΑΝΑΣΤΑΣΗ,..... ΚΑΙ ΠΑΝΤΟΤΕ ΝΑ ΣΑΣ ΦΥΛΑΕΙ Η ΥΠΕΡΑΓΙΑ ΜΗΤΕΡΑ ΟΛΩΝ ΜΑΣ Η ΘΕΟΤΟΚΟΣ ΜΑΡΙΑ.

    ΑπάντησηΔιαγραφή
  2. ΗΛΙΟΣ-ΟΛΥΜΠΟΣ-ΗΛΕΙΑ-ΟΛΥΜΠΙΑ-ΟΛΥΜΠΙΣΜΟΣ-ΛΑΜΠΑΔΑ-ΛΑΜΠΡΗ-ΑΝΑΣΤΑΣΙΣ........Ω ΕΛΛΑΣ ΨΥΧΗ ΤΗΣ ΨΥΧΗΣ ΜΟΥ....ΓΕΝΟΙΤΟ-ΓΕΝΟΙΤΟ-ΓΕΝΟΙΤΟ.....ΕΥΧΑΡΙΣΤΩ ΓΙΑ ΤΗΝ ΓΝΩΣΗ ΚΑΙ ΤΗΝ ΑΓΑΠΗ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ ΚΑΙ ΤΟ ΕΘΝΟΣ ΠΕΛΑΣΓΙΚΗ ΝΑ ΣΕ ΕΧΕΙ ΤΟ ΘΕΙΟΝ ΔΥΝΑΤΗ.....ΕΡΡΩΣΘΕ....

    ΑπάντησηΔιαγραφή
  3. Σᾶς εὐχαριστῶ πάρα πολύ,ἀμφοτέρους.

    Καλή Ἀνάστασιν καί Καλή Λαμπρή εἰς ὅλους μας !

    Καί βεβαίως καί στήν ἀγαπημένη Πατρίδα μας ! ΕΙΘΕ ! ! !

    ΑπάντησηΔιαγραφή